Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.190 Joseph. AJ 15.195 (English) >>Joseph. AJ 15.199

15.193νῦν οὖν εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδʼ ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι· τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον αὐτὸ τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται.” 15.194

Τοιαῦτα λέγων καὶ παράπαν ἐμφαίνων τὸ τῆς ψυχῆς ἐλευθέριον οὐ μετρίως ἐπεσπᾶτο τὸν Καίσαρα φιλότιμον ὄντα καὶ λαμπρόν, ὥστʼ αὐτῷ τὰς τῶν ἐγκλημάτων αἰτίας σύστασιν ἤδη τῆς πρὸς ἐκεῖνον εὐνοίας πραγματεύεσθαι. 15.195καὶ τό τε διάδημα πάλιν ἀποκαθίστησιν αὐτῷ καὶ προτρεψάμενος μηδὲν ἐλάττω περὶ αὐτὸν πρότερον ἦν περὶ τὸν Ἀντώνιον φαίνεσθαι, διὰ πάσης ἦγε τιμῆς, προσθεὶς ὅτι καιταιδιος γράψειεν, ἁπάσῃ προθυμίᾳ τὰ πρὸς τοὺς μονομάχους αὐτῷ συλλαβέσθαι τὸν Ἡρώδην. 15.196τοσαύτης ἀποδοχῆς ἠξιωμένος καὶ παρʼ ἐλπίδας ὁρῶν αὐτῷ πάλιν ἐξ ὑπαρχῆς βεβαιοτέραν τὴν βασιλείαν δόσει Καίσαρος καὶ δόγματι Ῥωμαίων, ὅπερ ἐκεῖνος αὐτῷ πρὸς τὸ βέβαιον ἐπραγματεύσατο, παρέπεμψεν ἐπʼ Αἰγύπτου Καίσαρα, δωρησάμενος ὑπὲρ δύναμιν αὐτόν τε καὶ τοὺς φίλους καὶ πᾶσαν ἐμφαίνων μεγαλοψυχίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.190 Joseph. AJ 15.195 (English) >>Joseph. AJ 15.199

Powered by PhiloLogic